Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.108.6 | Hdt. 6.109.5 (English) | >>Hdt. 6.111.2 |
6.109.3 “ἐν σοὶ νῦν Καλλίμαχε ἐστὶ ἢ καταδουλῶσαι Ἀθήνας ἢ ἐλευθέρας ποιήσαντα μνημόσυνα λιπέσθαι ἐς τὸν ἅπαντα ἀνθρώπων βίον οἷα οὐδὲ Ἁρμόδιός τε καὶ Ἀριστογείτων λείπουσι . νῦν γὰρ δὴ ἐξ οὗ ἐγένοντο Ἀθηναῖοι ἐς κίνδυνον ἥκουσι μέγιστον , καὶ ἢν μέν γε ὑποκύψωσι τοῖσι Μήδοισι , δέδοκται τὰ πείσονται παραδεδομένοι Ἱππίῃ , ἢν δὲ περιγένηται αὕτη ἡ πόλις , οἵη τε ἐστὶ πρώτη τῶν Ἑλληνίδων πολίων γενέσθαι .
6.109.4 κῶς ὦν δὴ ταῦτα οἷά τε ἐστὶ γενέσθαι , καὶ κῶς ἐς σέ τοι τούτων ἀνήκει τῶν πρηγμάτων τὸ κῦρος ἔχειν , νῦν ἔρχομαι φράσων . ἡμέων τῶν στρατηγῶν ἐόντων δέκα δίχα γίνονται αἱ γνῶμαι , τῶν μὲν κελευόντων τῶν δὲ οὒ συμβάλλειν .
6.109.5 ἢν μέν νυν μὴ συμβάλωμεν , ἔλπομαί τινα στάσιν μεγάλην διασείσειν ἐμπεσοῦσαν τὰ Ἀθηναίων φρονήματα ὥστε μηδίσαι · ἢν δὲ συμβάλωμεν πρίν τι καὶ σαθρὸν Ἀθηναίων μετεξετέροισι ἐγγενέσθαι , θεῶν τὰ ἴσα νεμόντων οἷοί τε εἰμὲν περιγενέσθαι τῇ συμβολῇ .
6.109.6 ταῦτα ὦν πάντα ἐς σὲ νῦν τείνει καὶ ἐκ σέο ἤρτηται . ἢν γὰρ σὺ γνώμῃ τῇ ἐμῇ προσθῇ , ἔστι τοι πατρίς τε ἐλευθέρη καὶ πόλις πρώτη τῶν ἐν τῇ Ἑλλάδι · ἢν δὲ τὴν τῶν ἀποσπευδόντων τὴν συμβολὴν ἕλῃ , ὑπάρξει τοι τῶν ἐγὼ κατέλεξα ἀγαθῶν τὰ ἐναντία .”
ch. 110
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 6.108.6 | Hdt. 6.109.5 (English) | >>Hdt. 6.111.2 |